Friday 20 June 2025
Αντίβαρο

Ιδού πώς καταργείται η Συμφωνία των Πρεσπών

Γλώσσα Ιστορία: Αρχαιότητα

Ένας Αττικιστής του 2ου αιώνα διαμαρτύρεται!

2ος αιώνας μ.Χ….ο αυστηρός Αττικιστής Φρύνιχος ο Βιθύνιος στο έργο του Ἐκλογὴ Ἀττικῶν ῥημάτων καὶ ὀνομάτων προσπαθεί να πείσει τους συγχρόνους του να χρησιμοποιούν καθαρή αττική γλώσσα αντί της τρέχουσας…μοδός…που επηρρεάστηκε απο το ύφος της Νέας Κωμωδίας και του Μένανδρου. Θυμίζει καθαρευουσιάνο δάσκαλο που επιπλήττει τους μαθητές του που χρησιμοποιούν δημοτική.

Γράφει ο Chrysoloras (Twitter @Alyunan00)

Παρακάτω μερικά παραδείγματα, που δείχνουν οτι δεν πολυακούσαμε τον Φρύνιχο…γιατί η γλώσσα, και πόσο μάλλον η ελληνική, ήταν και είναι ένας ζωνταντός οργανισμός που εξελίσσεται. Η φυσική συνέχεια της Ελληνικής γλώσσας μας κάνει να βρίσκουμε τα παρακάτω παραδείγματα πολύ ζωντανά, αν και έχουν περάσει 1900 χρόνια…

– Νηρὸν ὕδωρ μηδαμῶς, ἀλλὰ πρόσφατον, ἀκραιφνές.
– Πεινῆνδιψῆν λέγε, ἀλλὰ μὴ διὰ τοῦ α.
– Πάντοτε μὴ λέγε, ἀλλ’ ἑκάστοτε καὶ διὰ παντός.
– Κολυμβάδες ἐλᾶαι οὐ λέγονται, ἀλλὰ ἁλμάδες ἐλᾶαι χωρὶς τοῦ ι.
– Σκίμπους λέγε, ἀλλὰ μὴ κράββατον.
– Αὐθέντης μηδέποτε χρήσῃ ἐπὶ τοῦ δεσπότου, ὡς οἱ περὶ τὰ δικαστήρια ῥήτορες, ἀλλ’ ἐπὶ τοῦ αὐτόχειρος φονέως.
– Βρῶμος· πάνυ ἐζήτησα, εἰ χρὴ λέγειν ἐπὶ τῆς δυσωδίας· μέχρι οὖν εὑρίσκεται, ἄχαριν ὀσμὴν λέγε ὥσπερ οἱ κωμῳδοποιοί.
– Σκορπίζεται· Ἑκαταῖος μὲν τοῦτο λέγει Ἴων ὤν, οἱ δὲ Ἀττικοὶ σκεδάννυταί φασιν.
– Βασίλισσα οὐδεὶς τῶν ἀρχαίων εἶπεν, ἀλλὰ βασίλεια ἢ βασιλίς.
– Ῥοΐδιον διαιροῦντες λέγουσιν οἱ ἀμαθεῖς· ἡμεῖς δὲ ῥοίδιον.

– Μαγειρεῖον· τὸ μὲν μάγειρος δόκιμον, τὸ δὲ μαγειρεῖον οὐκέτι. ἀντὶ δὲ τούτου ὀπτάνιον λέγουσιν, τῆς μὲν δευτέρας συλλαβῆς ὀξυτονουμένης, τῆς δὲ τρίτης βραχυνομένης.
– Πάλι· οὕτω λέγουσιν οἱ νῦν ῥήτορες καὶ ποιηταί, δέον μετὰ τοῦ ν πάλιν, ὡς οἱ ἀρχαῖοι λέγουσιν.
– Σίναπι οὐ λεκτέον, νᾶπυ δέ, ὅτι Ἀττικὸν καὶ δόκιμον.
– Βρέχει ἐπὶ τοῦ ὕει· ἔν τινι κωμῳδίᾳ ἀρχαίᾳ προστιθεμένῃ Τηλεκλείδῃ τῷ κωμῳδῷ ἐστιν οὕτως εἰρημένον, ὅπερ, εἰ καὶ γνήσιον ἦν τὸ δρᾶμα, τῷ ἅπαξ εἰρῆσθαι ἐφυλαξάμεθ’ ἄν. ὁπότε δὲ καὶ νόθον ἐστίν, παντελῶς ἀποδοκιμαστέον τοὔνομα.
– Ξύστραν μὴ λέγε, ἀλλὰ στλεγγίδα.
– Μαμμόθρεπτον μὴ λέγε, τηθαλλαδοῦν δέ.
– Ἐξάδελφος ἀποδιοπομπητέον, ἀνεψιὸς δὲ ῥητέον.
– Πανδοχεῖον· οἱ διὰ τοῦ χ λέγοντες ἁμαρτάνουσιν· διὰ γὰρ τοῦ κ χρὴ λέγειν πανδοκεῖον καὶ πανδοκεὺς καὶ πανδοκεύτρια.
– Κρύβεται φεῦγε διὰ τοῦ β λέγειν καὶ κρύβεσθαι, ἀλλὰ διὰ τοῦ πτ κρύπτεται καὶ κρύπτεσθαι φαθί.
– Φάγομαι βάρβαρον· λέγε οὖν ἔδομαι, τοῦτο γὰρ Ἀττικόν.
– Ψύλλος βάρβαρον, ἡ δὲ ψύλλα δόκιμον ὅτι καὶ ἀρχαῖον.

– Σταμνία· οἱ μὲν ἀμαθεῖς ἐπὶ τῶν ἀμίδων τάττουσιν, οἱ δ’ ἀρχαῖοι ἐπὶ τῶν οἰνηρῶν ἀγγείων
– Στέμφυλα· οἱ μὲν πολλοὶ τὰ τῶν βοτρύων ἐκπιέσματα ἀμαθῶς, οἱ δ’ Ἀττικοὶ στέμφυλα ἐλαῶν.
– Πεντάμηνονπεντάπηχυ· μετάθες τὸ α εἰς τὸ ε πεντέμηνον λέγων καὶ πεντέπηχυ.
– Γῦρος· τί δὲ καὶ τοῦτο Μένανδρος τὴν καλλίστην τῶν κωμῳδιῶν τῶν ἑαυτοῦ, τὸν Μισογύνην κατεκηλίδωσεν εἰπών; τί γὰρ δὴ γῦρός ἐστιν, οὐ συνίημι.
– Οἰκοδομὴ οὐ λέγεται, ἀντ’ αὐτοῦ δὲ οἰκοδόμημα.
– Κυνηγός· τοῦτο τοὔνομα οὕτω πως μεταχειρίζονται· οἱ μὲν τραγικοὶ ποιηταὶ τρισυλλάβως λέγουσι καὶ δωρίζουσι τὸ η εἰς α μετατιθέντες, κυναγός, οἱ δ’ Ἀθηναῖοι τετρασυλλάβως τε προφέρουσι καὶ τὸ η φυλάττουσιν, κυνηγέτης·

Leave a Comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.